Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.111 Joseph. AJ 10.115 (English) >>Joseph. AJ 10.119

10.113παύσουσι δʼ ἡμᾶς τότε τῆς ὑπʼ αὐτοῖς δουλείας Πέρσαι τε καὶ Μῆδοι καταλύσαντες Βαβυλωνίους, ἀφʼ ὧν εἰς τήνδε ἀπολυθέντες οἰκοδομήσομεν τὸν ναὸν πάλιν καὶ τὰ Ἱεροσόλυμα κατα 10.114στήσομεν.” ταῦτα λέγων Ἱερεμίας ὑπὸ μὲν τῶν πλειόνων ἐπιστεύετο, οἱ δὲ ἡγεμόνες καὶ οἱ ἀσεβεῖς ὡς ἐξεστηκότα τῶν φρενῶν αὐτὸν οὕτως ἐξεφαύλιζον. δόξαν δὲ αὐτῷ που καὶ εἰς τὴν πατρίδα παραγενέσθαι λεγομένην Ἀναθὼθ σταδίους δʼ ἀπέχουσαν τῶν Ἱεροσολύμων εἴκοσι, συντυχὼν κατὰ τὴν ὁδὸν τῶν ἀρχόντων τις συλλαβὼν κατέσχε συκοφαντῶν ὡς πρὸς τοὺς Βαβυλωνίους αὐτομολοῦντα. 10.115 δὲ ψευδῆ μὲν ἐκεῖνον ἔλεγεν αἰτίαν ἐπιφέρειν αὐτῷ, βαδίζειν δʼ αὑτὸν ἔφασκεν εἰς τὴν πατρίδα. δʼ οὐ πεισθεὶς ἀλλὰ λαβὼν αὐτὸν ἤγαγεν εἰς δίκην πρὸς τοὺς ἄρχοντας, ὑφʼ ὧν πᾶσαν αἰκίαν καὶ βασάνους ὑπομείνας ἐφυλάττετο πρὸς τιμωρίαν. καὶ χρόνον μέν τινα διῆγεν οὕτως ἀδίκως πάσχων τὰ προειρημένα. 10.116

Ἔτει δʼ ἐνάτῳ τῆς Σαχχίου βασιλείας καὶ ἡμέρᾳ δεκάτῃ τοῦ δεκάτου μηνὸς στρατεύει τὸ δεύτερον τῶν Βαβυλωνίων βασιλεὺς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ προσκαθίσας αὐτῇ μῆνας ὀκτωκαίδεκα μετὰ πάσης πολιορκεῖ φιλοτιμίας. συνεπέθετο δὲ εἰς ταὐτὸ πολιορκουμένοις τοῖς Ἱεροσολύμοις δύο τὰ μέγιστα τῶν παθῶν, λιμὸς καὶ φθορὰ λοιμικὴ ἐνσκήψαντα σφοδρῶς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.111 Joseph. AJ 10.115 (English) >>Joseph. AJ 10.119

Powered by PhiloLogic